Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 6.20 Dem. 6.25 (English) >>Dem. 6.29

6.23ὑμεῖς δʼ,” ἔφην ἐγώ, “διδόντα μὲν καὶ ὑπισχνούμενον θεωρεῖτε Φίλιππον, ἐξηπατηκότα δʼ ἤδη καὶ παρακεκρουμένον ἀπεύχεσθε, εἰ σωφρονεῖτε δή, ἰδεῖν. ἔστι τοίνυν νὴ Δίʼ,” ἔφην ἐγώ, “παντοδαπὰ εὑρημένα ταῖς πόλεσιν πρὸς φυλακὴν καὶ σωτηρίαν, οἷον χαρακώματα καὶ τείχη καὶ τάφροι καὶ τἄλλʼ ὅσα τοιαῦτα. 6.24καὶ ταῦτα μέν ἐστιν ἅπαντα χειροποίητα καὶ δαπάνης προσδεῖται· ἓν δέ τι κοινὸν φύσις τῶν εὖ φρονούντων ἐν αὑτῇ κέκτηται φυλακτήριον, πᾶσι μέν ἐστʼ ἀγαθὸν καὶ σωτήριον, μάλιστα δὲ τοῖς πλήθεσι πρὸς τοὺς τυράννους. τί οὖν ἐστι τοῦτο; ἀπιστία. ταύτην φυλάττετε, ταύτης ἀντέχεσθε· ἂν ταύτην σῴζητε, οὐδὲν μὴ δεινὸν πάθητε. τί ζητεῖτʼ;” ἔφην. 6.25ἐλευθερίαν; εἶτʼ οὐχ ὁρᾶτε Φίλιππον ἀλλοτριωτάτας ταύτῃ καὶ τὰς προσηγορίας ἔχοντα; βασιλεὺς γὰρ καὶ τύραννος ἅπας ἐχθρὸς ἐλευθερίᾳ καὶ νόμοις ἐναντίος. οὐ φυλάξεσθʼ ὅπως,” ἔφην, “μὴ πολέμου ζητοῦντες ἀπαλλαγῆναι δεσπότην εὕρητε;”

6.26ταῦτʼ ἀκούσαντες ἐκεῖνοι, καὶ θορυβοῦντες ὡς ὀρθῶς λέγεται, καὶ πολλοὺς ἑτέρους λόγους παρὰ τῶν πρέσβεων καὶ παρόντος ἐμοῦ καὶ πάλιν ὕστερον, ὡς ἔοικεν, οὐδὲν μᾶλλον ἀποσχήσονται τῆς Φιλίππου φιλίας οὐδʼ ὧν ἐπαγγέλλεται. 6.27καὶ οὐ τοῦτʼ ἔστʼ ἄτοπον, εἰ Μεσσήνιοι καὶ Πελοποννησίων τινὲς παρʼ τῷ λογισμῷ βέλτισθʼ ὁρῶσί τι πράξουσιν, ἀλλʼ ὑμεῖς οἱ καὶ συνιέντες αὐτοὶ καὶ τῶν λεγόντων ἀκούοντες ἡμῶν, ὡς ἐπιβουλεύεσθε, ὡς περιστοιχίζεσθε, ἐκ τοῦ μηδὲν ἤδη ποιῆσαι λήσεθʼ, ὡς ἐμοὶ δοκεῖ, πάνθʼ ὑπομείναντες· οὕτως παραυτίχʼ ἡδονὴ καὶ ῥᾳστώνη μεῖζον ἰσχύει τοῦ ποθʼ ὕστερον συνοίσειν μέλλοντος.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 6.20 Dem. 6.25 (English) >>Dem. 6.29

Powered by PhiloLogic